Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὠμοτόκου στόμα λάβρον ὑπεκνυζᾶτο λεαίνης
  2. χείλεϊ φειδομένῳ, δοκέων δέ μιν Ἄρτεμιν εἶναι
  3. εἰς πέδον ἱκεσίοιο καθελκομένοιο καρήνου
  4. αὐχένι λαχνήεντι λέων ἐκλίνετο νύμφῃ.
  5. καί τις ἐνὶ ξυλόχοις ὀρεσίτροφος ἤνθεε βούτης,
  6. ἰθυτενής, περίμετρος, ὑπέρτερος ἥλικος ἥβης·
  7. οὔνομά οἱ πέλεν Ὕμνος, ὃς ἀγριάδος μέσον ὕλης
  8. ἱμερτὰς ἐνόμευε βόας παρὰ γείτονι κούρῃ·
  9. καὶ νομίην ἐρατῇσι καλαύροπα χερσὶ τινάσσων
  10. εἰς βαθὺν ἦλθεν ἔρωτα καὶ οὐκέτι τέρπετο ποίμνῃ,
  11. εἴκελος Ἀγχίσῃ ῥοδοειδέι, τοῦ ποτε Κύπρις
  12. ἀργεννὴν ἐνόμευεν ὀρεσσινόμων στίχα ταύρων
  13. κεστὸν ἐλαφρίζουσα βοοσσόον· ἀμφὶ δὲ λόχμην
  14. βουκόλος ἀγρώσσουσαν ἰδὼν χιονώδεα κούρην
  15. οὐ βοέης ἀγέλης ἐμπάζετο· φοιταλέη δὲ
  16. εἰς ἕλος αὐτοκέλευστος ἐβόσκετο πόρτις ἐρήμη
  17. ἀρχαίου δυσέρωτος ἀποπλαγχθεῖσα νομῆος,
  18. καὶ δαμάλη πεφόρητο περισκαίρουσα κολώναις
  19. ποιμένα μαστεύουσα· νέος δʼ ἐπλάζετο βούτης
  20. παρθενικῆς ὁρόων ῥοδοειδέα κύκλα προσώπου.