Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δήιον εἱλικόεντι λύγων μιτρώσατο δεσμῷ
  2. αὐχενίῳ· τρομερῷ δὲ Μάρων ἐλελίζετο παλμῷ
  3. ὤμῳ γηραλέῳ βεβαρημένον Ἰνδὸν ἀείρων·
  4. ἄλλος ἀκοντιστῆρα λαβὼν βεβιημένον ὕπνῳ,
  5. δεσμῷ βοτρυόεντι περίπλοκον αὐχένα σύρων,
  6. στικτῶν πορδαλίων ὑπὲρ ἄντυγα θήκατο δίφρων·
  7. ἄλλου κεκλιμένοιο φιλεύιος ἑσμὸς ἀλήτης
  8. χεῖρας ὀπισθοτόνους ἀλύτῳ σφηκώσατο δεσμῷ,
  9. καὶ λοφίης ἐπέβησεν ἀκαμπτοπόδων ἐλεφάντων·
  10. καὶ πολὺς εὐκύκλοιο λαβὼν τελαμῶνα βοείης
  11. Ἰνδὸν ἐπωμαδίῳ πεπεδημένον εἶχεν ἱμάντι.
  12. καί τις ἀερτάζουσα καλαύροπα μηλοβοτῆρος
  13. Βασσαρίς, ἀφριόωσα λαθίφρονι κύματι λύσσης,
  14. Ἰνδὸν ἐρευνητῆρα βαθυπλούτοιο θαλάσσης
  15. τολμηρῇ παλάμῃ πολυκαμπέος εἷλκεν ἐθείρης
  16. δούλιον εἰς ζυγόδεσμον. ἐπειγομένου δὲ Λυαίου
  17. δήιον εὐθώρηκα σιδήρεος εἶχεν Ἐρεχθεὺς
  18. ὤμοις ἀκλινέεσσι· μεθυσφαλέος δὲ φορῆος
  19. θῆρα κελαινόρρινον ὀρεστιὰς ἤλασε Βάκχη,
  20. ἰσχία μαστίζουσα δορικτήτων ἐλεφάντων·