Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βάκχος ἄναξ ἀγόρευε, χέων σημάντορα φωνήν·
  2. Ἰνδοφόνοι θεράποντες ἀνικήτου Διονύσου,
  3. νόσφι μόθου σφίγξαντες ἀολλέας υἱέας Ἰνδῶν
  4. πάντας ἀναιμάκτῳ ζωγρήσατε δηιοτῆτι·
  5. καὶ βριαρῷ γόνυ δοῦλον ὑποκλίνας Διονύσῳ
  6. Ἰνδὸς ὑποδρήσσειεν ἐμῇ θιασώδει Ῥείῃ,
  7. σείων οἴνοπα θύρσον, ἀπορρίψας δὲ θυέλλαις
  8. ἀργυρέην κνημῖδα πόδας σφίγξειε κοθόρνοις,
  9. καὶ κεφαλὴν στέψειεν ἐμῷ κισσώδεϊ δεσμῷ,
  10. γυμνώσας πλοκαμῖδας ἀερσιλόφου τρυφαλείης,
  11. καὶ πολέμων ἀλάλαγμα λιπὼν καὶ δούριον ἠχὼ
  12. εὔιον ἀείσειε κορυμβοφόρῳ Διονύσῳ.
  13. ὣς φαμένου δρηστῆρες ἐποίπνυον· ὧν ὁ μὲν αὐτῶν
  14. αὐχένι δυσμενέων ὀφιώδεα δεσμὸν ἑλίξας
  15. εἷλκε δρακοντείῃ πεπεδημένον ἀνέρα σειρῇ,
  16. ἄλλος ἑλὼν λασίης κεχαλασμένον ὁλκὸν ὑπήνης
  17. ἄνδρα βαθυσμήριγγος ἀνείρυσεν ἀνθερεῶνος·
  18. καί τις ἑὰς παλάμας τανύσας σκολιότριχι κόρσῃ
  19. ἀνέρα δουρίκτητον ἀδέσμιον εἷλκεν ἐθείρης·
  20. ἄλλος ὁμοπλέκτους παλάμας περί νῶτα καθάψας