Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ταυρείην ἀτόρητον ἀπεφλοίωσε καλύπτρην·
  2. ἄλλη δʼ ἔγκατα πάντα διήφυσεν· ἦν δὲ νοῆσαι
  3. παρθένον ἀκρήδεμνον ἀσάμβαλον ὑψόθι πέτρης
  4. τρηχαλέῳ πρηῶνι περισκαίρουσαν ἐρίπνης·
  5. οὐ σκοπιὴν δʼ ἔφριξε δυσέμβατον, οὐ πόδα κούρης
  6. ὀξυπαγὴς ἀπέδιλον ὄνυξ ἐχάραξε κολώνης.
  7. πολλὴ δʼ ἔνθα καὶ ἔνθα παρʼ Ἀστακίδος στόμα λίμνης
  8. Ἰνδῴη δεδάικτο γονὴ Κουρῆτι σιδήρῳ.
  9. δυσμενέων δὲ φάλαγγας ἐκυκλώσαντο μαχηταὶ
  10. τεύχεσιν ἀντιτύποισι, φερεσσακέος δὲ χορείης
  11. ῥυθμὸν ἐμιμήσαντο ποδῶν ἑλικώδεϊ παλμῷ·
  12. καὶ λασίῃ παλάμῃ σκοπιὴν λοφόεσσαν ἀείρων,
  13. οὔρεος ἄκρα κάρηνα ταμών, ἐκορύσσετο Ληνεύς,
  14. πέμπων ὀκριόεσσαν ἐπʼ ἀντιβίοισιν ἀκωκήν·
  15. Βάκχη δʼ ἀμφαλάλαζε, καὶ ἀμπελόεσσαν ἀκωκὴν
  16. Βασσαρὶς ἠκόντιζε, μελαρρίνου δὲ γενέθλης
  17. ἄρσενα πολλὰ κάρηνα δαΐζετο θήλεϊ θύρσῳ.
  18. καὶ φονίῳ θρασὺν ἄνδρα διατμήγουσα κορύμβῳ
  19. Εὐπετάλη κεκόρυστο, φιλοσταφύλῳ δὲ πετήλῳ
  20. κέντορα κισσὸν ἔπεμπεν ἀλοιητῆρα σιδήρου·