Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαιδαλέης ἐλάφοιο περισφίγξασα καλύπτρην·
  2. ἄλλη σκύμνον ἔχουσα δασυστέρνοιο λεαίνης
  3. ἀνδρομέῳ γλαγόεντι νόθῳ πιστώσατο μαζῷ·
  4. καί τις ὄφιν τριέλικτον ἀπήμονι δήσατο κόλπῳ
  5. ἐνδόμυχον ζωστῆρα, κεχηνότα γείτονι μηρῷ,
  6. μείλιχα συρίζοντα, φιλακρήτοιό τε κούρης
  7. ὑπναλέης ἄγρυπνον ὀπιπευτῆρα κορείης·
  8. ἄλλη ταρσὰ φέρουσα κατʼ οὔρεα γυμνὰ πεδίλων,
  9. ποσσὶ βάτους πατέουσα καὶ ὀξυέθειρας ἀκάνθας,
  10. θηγαλέῃ στατὸν ἴχνος ἐπεστήριξεν ἀχέρδῳ·
  11. καί τις ἐπαΐξασα τανυκνήμιδι καμήλῳ
  12. καμπύλον ἀμητῆρι διέθρισεν αὐχένα θύρσῳ,
  13. καὶ τυφλοῖσι πόδεσσι περιπταίουσα κελεύθῳ
  14. ἡμιφανὴς πεφόρητο, πολυγνάμπτῳ δὲ πορείῃ
  15. φοιταλέης ἀκάρηνον ἐπείγετο σῶμα καμήλου,
  16. καὶ σφαλερῇ πλήσσουσα βαθυνομένην χθόνα χηλῇ
  17. ὕπτιος αὐτοκύλιστος ἐπωλίσθησε κονίῃ·
  18. ἄλλη δʼ ἴχνος ἄγουσα βοοτρόφον εἰς ῥάχιν ὕλης
  19. ἄσχετα μαινομένοιο δορῆς ἐδράξατο ταύρου,
  20. καὶ βλοσυροῖς ὀνύχεσσι χαρασσομένης ἀπὸ δειρῆς