Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Στησιχόρη δʼ εὔβοτρυς ἐπεσκίρτησε κυδοιμῷ,
  2. καὶ δηίων ἔσσευε γένος ῥηξήνορι ῥόμβῳ
  3. κύμβαλα δινεύουσα βαρύβρομα δίζυγι χαλκῷ.
  4. καὶ πολὺς ἀμφοτέροισιν ἔην μόθος· ἔβρεμε σύριγξ,
  5. σύριγξ ἐγρεκύδοιμος, ἐπέκτυπε δʼ αὐλὸς Ἐνυοῦς,
  6. Βασσαρίδες δʼ ὀλόλυξαν· ἐγειρομένου δὲ κυδοιμοῦ
  7. βρονταίοις πατάγοισι μέλας μυκώμενος ἀὴρ
  8. ἐκ Διὸς ἐσσομένην Βρομίῳ μαντεύσατο νίκην.
  9. καὶ πολὺς ἑσμὸς ἔπιπτεν· ὅλη δʼ ἐρυθαίνετο λύθρῳ
  10. ὑγρῷ διψὰς ἄρουρα, καὶ Ἀστακίδος στόμα λίμνης
  11. αἱμοβαφὲς κελάρυζε, φόνῳ κεκερασμένον Ἰνδῶν.
  12. Ἀντιβίους δʼ ᾤκτειρε θεὸς φιλοπαίγμονι θυμῷ
  13. καὶ προχοαῖς κατέχευε μέθης γέρας, ἐκ δὲ ῥοάων
  14. χιονέην ἤμειψε φυὴν ξανθόχροον ὕδωρ,
  15. καὶ ποταμὸς κελάρυζε μελίρρυτα χεύματα σύρων,
  16. καὶ προχοὰς ἐμέθυσσεν· ἀμειβομένων δὲ ῥοάων
  17. ἔπνεον ἀρτιχύτοιο μέθης εὐώδεες αὖραι·
  18. ὄχθαι ἐφοινίσσοντο· πιὼν δέ τις Ἰνδὸς ἀγήνωρ
  19. τοίην ἐκ στομάτων πολυθαμβέα ῥήξατο φωνήν·
  20. Ξεῖνον ἴδον καὶ ἄπιστον ἐγὼ ποτόν, οὐ γλάγος αἰγῶν