Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βασσαρίδων δὲ φάλαγγες ἐπέρρεον· ἀγρομένων δὲ
  2. ἡ μὲν ἐχιδναίῳ κεφαλὴν ἐζώσατο δεσμῷ,
  3. ἡ δὲ διεσφήκωσε κόμην εὐώδεϊ κισσῷ,
  4. ἄλλη χαλκοφόρῳ παλάμην ἐκορύσσετο θύρσῳ
  5. οἰστρομανής, ἑτέρη δὲ κατʼ αὐχένος ἄμμορα δεσμῶν
  6. μηκεδανῆς μεθέηκε καθειμένα βόστρυχα χαίτης,
  7. Μαιναλὶς ἀκρήδεμνος, ἐπʼ ἀμφοτέρων δέ οἱ ὤμων
  8. ἀπλεκέας πλοκαμῖδας ἀνερρίπιζεν ἀήτης·
  9. ἄλλη ῥόπτρα τίνασσε συνήορα δίζυγι χαλκῷ
  10. πλοχμοὺς εἱλικόεντας ἐπαιθύσσουσα καρήνῳ·
  11. ἄλλη δʼ ἐν παλάμῃσι, κατάσχετος ἅλματι λύσσης,
  12. ὄρθιον ἐσμαράγησε μόθων ἀντίκτυπον ἠχώ,
  13. χερσὶ περικροτέουσα βαρύβρομα νῶτα βοείης·
  14. καὶ πέλεν ἔγχεα θύρσα, καλυπτομένη δὲ πετήλοις
  15. δούρατος ἀμπελόεντος ἔην χαλκήλατος αἰχμή·
  16. ἡ δὲ δαφοινήεντος ἐφιμείρουσα κυδοιμοῦ
  17. ὠμοβόρων ἔζευξεν ἐπʼ αὐχένι δεσμὰ δρακόντων·
  18. ἄλλη ποικιλόνωτον ἐπὶ στέρνοιο καλύπτρην
  19. πορδαλίων, ἑτέρη δὲ κατὰ χροὸς οἶα χιτῶνα
  20. στικτὰ φιλοσκοπέλων ἐνεδύσατο δέρματα νεβρῶν,