Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ῥείη χωομένη δύναται πλέον ἰοχεαίρης·
  2. Φοίβου φεύγετε Βάκχον ἀδελφεόν· αἰδέομαι γὰρ
  3. Ἰνδῶν κτεινομένων ἀλλότρια δάκρυα λείβει.
  4. τοῖα λίθον βοόωντα πάλιν σφρηγίσσατο σιγή.
  5. καὶ θεὸς ἀμπελόεις φρυγίης μετὰ πέζαν ἐρίπνης
  6. Ἀσκανίης ἐπέβαινεν. ὁμηγερέες δὲ πολῖται
  7. πάντες, ὅσοις Ἰόβακχος ἑὴν ὤρεξεν ὀπώρην,
  8. καὶ τελετὰς ἐδέχοντο καὶ ἠσπάζοντο χορείας,
  9. αὐχένα δοχμώσαντες ἀνικήτῳ Διονύσῳ,
  10. εἰρήνης ἐθέλοντες ἀναιμάκτοιο γαλήνην·
  11. Βάκχων τοῖος ἔην κερόεις στρατός, οἷς ἅμα Βάκχαι
  12. εἰς μόθον ὡπλίζοντο. φιλαγρύπνῳ δὲ Λυαίῳ
  13. πάννυχος ἀστερόεντα πυρίτροχον ὁλκὸν ὑφαίνων
  14. οὐρανὸς ἐβρόντησεν, ἐπεὶ τότε μάρτυρι πυρσῷ
  15. νίκης Ἰνδοφόνοιο τέλος μαντεύσατο Ῥείη.
  16. εἰς ἐνοπὴν δʼ ἠῷος ἔβη θεὸς ὕβριν ἐλαύνων
  17. ἀνδρῶν κυανέων, ἵνα δούλιον αὐχένα Λυδῶν
  18. καὶ Φρυγίης ναετῆρα καὶ Ἀσκανίης πολιήτην
  19. κοιρανίης δασπλῆτος ἀποζεύξειε λεπάδνων.
  20. τοῖς τότε Βάκχος ἔπεμπε δύω κήρυκας Ἐνυοῦς