Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χαροπῆς Κορύβαντες ἐποίπνυον ἀγχόθι φάτνης
  2. αὐχένα πορδαλίων ζυγίῳ δήσαντες ἱμάντι,
  3. κισσοδέτοις δὲ λέοντας ἐπιστώσαντο λεπάδνοις
  4. χεῖλος ἐπισφίγξαντες ἀπειλητῆρι χαλινῷ.
  5. καὶ λασίην Κένταυρος ἔχων φρίσσουσαν ὑπήνην
  6. εἰς ζυγὸν αὐτοκέλευστος ἑκούσιον αὐχένα τείνας ---
  7. [*](Ludwich marks a lacuna: Lobeck supplies χερσὶν ὀπισθοτόνοισιν ἐύτροχον εἷλκον ἀπήνην.) καὶ Σατύρων πολὺ μᾶλλον ἔχων πόθον ἡδέος οἴνου
  8. ἡμιτελὴς χρεμέτιζεν ἀνὴρ κεκερασμένος ἵππῳ,
  9. ἱέμενος Διόνυσον ἑοῖς ὤμοισιν ἀείρειν.
  10. καὶ θεὸς εὐόρπηκος ἐφήμενος ἄντυγι δίφρου
  11. Σαγγαρίου παρὰ χεῦμα, περὶ Φρύγα κόλπον ἀρούρης,
  12. λαϊνέης Νιόβης παρεμέτρεε πενθάδα πέτρην·
  13. καὶ λίθος Ἰνδὸν ὅμιλον ἐριδμαίνοντα Λυαίῳ
  14. δακρυόεις ὁρόων βροτέην πάλιν ἴαχε φωνήν·
  15. Μὴ μόθον ἐντύνητε θεημάχον, ἄφρονες Ἰνδοί,
  16. παιδὶ Διός, μὴ Βάκχος ἀπειλείοντας Ἐνυὼ
  17. λαϊνέους τελέσειε καὶ ὑμέας, ὥς περ Ἀπόλλων,
  18. μυρομένους τύπον ἶσον ἐμῇ πετρώδεϊ μορφῇ,
  19. μὴ ποταμοῦ παρὰ χεῦμα φερώνυμον Ἰνδὸν Ὀρόντην
  20. γαμβρὸν ἐσαθρήσητε δεδουπότα Δηριαδῆος.