Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀγγελίην ἐνέπειν, ἢ φευγέμεν ἢ πολεμίζειν·
  2. καί σφισι νισσομένοισι συνέστιχεν αἰγίβοτος Πάν,
  3. στῆθος ὅλον σκιόωντα φέρων πώγωνα κομήτην.
  4. Ἥρη δʼ ὠκυπέδιλος, ἐειδομένη δέμας Ἰνδῷ,
  5. οὐλοκόμῳ Μελανῆι μὴ οἴνοπα θύρσον ἀείρειν
  6. Ἀστράεντα κέλευε, δορυσσόον ὄρχαμον ἀνδρῶν,
  7. μηδὲ φιλακρήτων Σατύρων ἀλάλαγμα γεραίρειν,
  8. ἀλλὰ μάχην ἄσπονδον ἀναστῆσαι Διονύσῳ·
  9. καί τινα μῦθον ἔειπε παραιφαμένη πρόμον Ἰνδῶν·
  10. Ἡδὺς ὁ δειμαίνων ἁπαλὴν στίχα θηλυτεράων.
  11. Ἀστράεις, πολέμιζε· κορύσσεο καὶ σύ, Κελαινεῦ,
  12. χαλκὸν ἔχων τμητῆρα κορυμβοφόρου Διονύσου·
  13. ἔγχεϊ δʼ οὐ πέλε θύρσος ὁμοίιος. ἀλλά, Κελαινεῦ,
  14. Δηριάδην πεφύλαξο μεμηνότα, μή σε δαμάσσῃ
  15. οὐτιδανὴν ἀσίδηρον ἀλυσκάζοντα γυναῖκα.
  16. ὣς φαμένη παρέπεισε, καὶ ἠέρα δύσατο δαίμων,
  17. μητρυιὴ κοτέουσα μενεπτολέμῳ Διονύσῳ.
  18. καὶ βρομίου κήρυκες ἀπήλυθον· ἀγχιφανὴς δὲ
  19. Ἀστράεις ὑπέροπλος, ἔχων ἄστοργον ἀπειλήν,
  20. μαίνετο βουκεράους Σατύρους καὶ Πᾶνα διώκων,