Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χρυσέην λαγόνεσσι περίτροχον ἥρμοσε μίτρην.
  2. λαιῇ μὲν κέρας εἶχε βεβυσμένον ἡδέος οἴνου,
  3. χρύσεον εὐποίητον, ἀπʼ οἰνοχύτου δὲ κεραίης
  4. ὄρθιος οἰνοπότοιο κατέρρεεν ὁλκὸς ἐέρσης·
  5. χειρὶ δὲ κέντορα θύρσον, ἐελμένον οἴνοπι κισσῷ,
  6. δεξιτερῇ κούφιζεν, ἐπʼ ἀκροτάτῳ δὲ κορύμβῳ
  7. χαλκοβαρὴς πετάλοισι κατάσκιος ἦεν ἀκωκή.
  8. ἀλλʼ ὅτε δὴ Διόνυσος ἔσω Κορυβαντίδος αὐλῆς
  9. χρύσεον εὐποίητον ἐδύσατο κόσμον Ἐνυοῦς,
  10. εὔδια καλλείψας χοροτερπέος ἔνδια Ῥείης
  11. Μῃονίην παράμειβεν· ὀρεσσιπόλοις δʼ ἅμα Βάκχαις
  12. δαίμονι βοτρυόεντι συνεσσεύοντο μαχηταί·
  13. οἱ μὲν ἐυτροχάλοιο κυβερνητῆρες ἀπήνης
  14. φυταλιῆς κομίσαντο νέης μοσχεύματα Βάκχου·
  15. πολλαὶ δʼ ἡμιόνων στίχες ἤιον, ἀμφὶ δὲ νώτῳ
  16. νέκταρος ἀμπελόεντος ἐκούφισαν ἀμφιφορῆας·
  17. καὶ βραδέων ἐπέθηκαν ὄνων τετληότι νώτῳ
  18. ῥήγεα φοινικόεντα καὶ αἰόλα δέρματα νεβρῶν·
  19. ἄλλοι δʼ οἰνοποτῆρες ἅμα χρυσέοισι κυπέλλοις
  20. ἀργυρέους κρητῆρας ἀγίνεον, ὅπλα τραπέζης·