Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βοέη βλάστησε κατὰ κροτάφοιο κεραίη,
  2. ὄμματα δʼ εὐρύνοντο τανυκραίροιο μετώπου,
  3. καὶ σκολιαὶ πλοκαμῖδες ἀνηέξηντο καρήνων,
  4. γναθμοὶ δʼ ἀργιόδοντες ἐμηκύνοντο γενείων,
  5. ξείνη δʼ αὐτοτέλεστος ἀπʼ ἰξύος εἰς πόδας ἄκρους
  6. ἀμφιλαφὴς λασίοιο κατʼ αὐχένος ἔρρεε χαίτη.
  7. δώδεκα δὲ ξύμπαντας ἐκόσμεον ἡγεμονῆες,
  8. Σπαργεύς τε Γληνεύς τε χοροίτυπος, ἀλλοφυὴς δὲ
  9. σύνδρομος Εὐρυβίῳ σταφυληκόμος ἵκετο Κητεύς,
  10. καὶ Ῥιφόνῳ Πετραῖος ὁμάρτεεν, ἀκροπότης δὲ
  11. Αἴσακος Ὀρθάων τε συνέστιχον, οἷς μίαν ἄμφω
  12. Ἀμφίθεμις καὶ Φαῦνος ἐποιήσαντο πορείην,
  13. εὐκεράῳ δὲ Φάνητι συνέμπορος ἦλθε Νομείων.
  14. Κενταύρων δʼ ἑτέρη διφυὴς κεκόρυστο γενέθλη,
  15. Κυπριάς, ὁππότε Κύπρις ἐπέτρεχεν εἴκελον αὔραις
  16. ἴχνιον ἱμείροντος ἀλυσκάζουσα τοκῆος,
  17. μὴ γενέτην ἀθέμιστον ἐσαθρήσειεν ἀκοίτην,
  18. Ζεὺς δὲ πατὴρ ὑπόειξε γάμων ἄψαυστον ἐάσας
  19. ὠκυτέρην ἀκίχητον ἀναινομένην Ἀφροδίτην·
  20. ἀντὶ δὲ Κυπριδίων λεχέων ἔσπειρεν ἀρούρῃ