Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. παιδογόνων προχέων φιλοτήσιον ὄμβρον ἀρότρων·
  2. γαῖα δὲ δεξαμένη γαμίην Κρονίωνος ἐέρσην
  3. ἀλλοφυῆ κερόεσσαν ἀνηκόντιζε γενέθλην.
  4. τοῖσι κορυσσομένοισι συνέδραμον εἰν ἑνὶ Βάκχαι,
  5. αἱ μὲν Μῃονίης ἀπὸ ῥωγάδος, αἱ δὲ κολώνης
  6. ἠλιβάτων ἤιξαν ὑπὲρ Σιπύλοιο καρήνων.
  7. νύμφαι δʼ ἑλκεχίτωνες Ὀρειάδες ἄρσενι θυμῷ
  8. λυσσάδες ἐρρώοντο σὺν εὐθύρσοισι μαχηταῖς,
  9. αἵ τε παλιννόστων ἐτέων πολυδινέι νύσσῃ
  10. μηκεδανὸν ζώεσκον ἐπὶ χρόνον, αἱ μὲν ἐρίπναις
  11. γείτονες οἰονόμων ἐπιμηλίδες, αἱ δὲ λιποῦσαι
  12. ἄλσεα δενδρήεντα καὶ ἀγριάδος ῥάχιν ὕλης,
  13. συμφυέες Μελίαι δρυὸς ἥλικος· αἳ τότε πᾶσαι
  14. εἰς μόθον ἠπείγοντο συνήλυδες, αἱ μὲν ἑλοῦσαι
  15. τύμπανα χαλκεόνωτα, Κυβηλίδος ὄργανα Ῥείης,
  16. αἱ δὲ κατηρεφέες πλοκάμους ἑλικώδεϊ κισσῷ,
  17. ἄλλαι ἐμιτρώθησαν ἐχιδναίοισι κορύμβοις·
  18. χειρὶ δὲ θύρσον ἄειρον ἀκαχμένον, αἷς τότε Λυδαὶ
  19. μαινάδες ὡμάρτησαν ἀταρβέες εἰς μόθον Ἰνδῶν·
  20. ὧν τότε Βασσαρίδες θιασώδεες ἴδμονι τέχνῃ