Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μιμηλὴ κροκόπεπλος ἐν εἵμασι φαίνετο κούρη
  2. ἀρτιθαλής, φθονερῆς δὲ παραπλάζων νόον Ἥρης
  3. χείλεσιν ἀντιτύποισιν ἀνήρυγε θῆλυν ἰωήν,
  4. καὶ πλοκάμοις εὔοδμον ἐπεσφήκωσε καλύπτρην
  5. θήλεα πέπλα φέρων πολυδαίδαλα· μεσσατίῳ δὲ
  6. στήθεϊ δεσμὸν ἔβαλλε καὶ ὄρθιον ἄντυγα μαζοῦ ---
  7. παρθενίῳ ζωστῆρι, καὶ οἷά περ ἅμμα κορείης
  8. πορφυρέην λαγόνεσσι συνήρμοσε κυκλάδα μίτρην.
  9. καὶ δόλος ἦν ἀνόνητος, ἐπεὶ μάθεν ὑψόθεν Ἥρη
  10. πάντοθι δινεύουσα πανόψιον ὄμμα προσώπου,
  11. μορφὴν ἀλλοπρόσαλλον ὀπιπεύουσα Λυαίου·
  12. καὶ Βρομίου φυλάκεσσιν ἐχώσατο· δεξαμένη δὲ
  13. Θεσσαλίδος δολόεντα παρʼ Ἀχλύος ἄνθεα ποίης
  14. ὕπνον θελγομένων φυλάκων ἐπέχευε καρήνῳ,
  15. μάγγανα φαρμακόεντα κατασταλάουσα κομάων·
  16. καὶ μάγον ἁβρὸν ἄλειφα περιχρίσασα προσώπῳ
  17. ἀνδρομέης ἤμειψε παλαίτερον εἶδος ὀπωπῆς·
  18. τοῖσι μὲν οὐατόεσσα φυῆς ἰνδάλλετο μορφή,
  19. ἱππείη δʼ ἀνέτελλε διʼ ἰξύος ὄρθιος οὐρὴ
  20. ἰσχία μαστίζουσα δασυστέρνοιο φορῆος,