Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἰθυτενῆ, λασίοισιν ἐπικτυπέοντα γενείοις
  2. ἐκταδόν, ἱππείη δὲ τιταινομένη διὰ νώτου
  3. ὄρθιος ἀμφιέλικτος ἀπʼ ἰξύος ἔρρεεν οὐρή.
  4. Ἀλλοφυὴς δʼ ἑτέρη Κενταυριὰς ἵκετο φύτλη,
  5. Φηρῶν εὐκεράων λάσιον γένος, οἷς πόρεν Ἥρη
  6. ἀνδροφυὲς δέμας ἄλλο κερασφόρον· ὑγρογόνων γὰρ
  7. Νηιάδων ποτὲ παῖδες ἔσαν βροτοειδέι μορφῇ,
  8. ἃς Ὑάδας καλέουσι, Λάμου ποταμηίδα φύτλην,
  9. καὶ Διὸς εὐώδινα τιθηνήσαντο γενέθλην,
  10. Βάκχον ἔτι πνείοντα πολυρραφέος τοκετοῖο,
  11. παιδοκόμοι ῥυτῆρες ἀθηήτου Διονύσου,
  12. οὐ ξένον εἶδος ἔχοντες· ἐνὶ σκοτίῳ δὲ μελάθρῳ
  13. πολλάκι πηχύναντο κεκυφότι κοῦρον ἀγοστῷ,
  14. αἰθέρα παππάζοντα, Διὸς πατρώιον ἕδρην,
  15. εἰσέτι κουρίζοντα, σοφὸν βρέφος. ἀρτιτόκῳ δὲ
  16. πῇ μὲ ἔην ἐρίφῳ πανομοίιος, ἔνδοθι μάνδρης
  17. κρυπτόμενος, δολιχῇ δὲ δέμας πυκνώσατο χαίτῃ
  18. ἀλλοφανής, δολίων δὲ χέων βληχηθμὸν ὀδόντων
  19. ἴχνεσιν αἰγείοισι νόθην μιμήσατο χηλήν·
  20. πῇ δὲ γυναικείην φορέων ψευδήμονα μορφὴν