Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἰεὶ μὲν μεθύουσα φιλακρήτοισι κυπέλλοις
- πᾶσα γονὴ Σατύρων θρασυκάρδιος, ἐν δὲ κυδοιμῷ
- μοῦνον ἀπειλητῆρες ἀεὶ φεύγοντες Ἐνυώ,
- νόσφι μόθοιο λέοντες, ἐνὶ πτολέμοις δὲ λαγωοί,
- ἴδμονες ὀρχηστῆρες, ἐπιστάμενοι πλέον ἄλλων
- οἰνοδόκου μέθυ λαρὸν ἀπὸ κρητῆρος ἀφύσσειν·
- τῶν ὀλίγοι γεγάασι μαχήμονες, οὓς θρασὺς Ἄρης
- παντοίην ἐδίδαξε μεληδόνα δηιοτῆτος,
- κοσμῆσαι δὲ φάλαγγα· κορυσσομένου δὲ Λυαίου
- οἱ μὲν ἀδεψήτοισι δέμας κρύψαντο Βοείαις,
- οἱ δὲ δοραῖς λασίῃσιν ἐκαρτύνοντο λεόντων,
- ἄλλοι πορδαλίων βλοσυρὰς δύσαντο καλύπτρας,
- οἱ δὲ τανυπτόρθοισιν ἐθωρήσσοντο κορύμβοις,
- οἱ δὲ τανυκραίρων ἐλάφων ἀντίρροπον ἄστρων
- ποικίλον ἐν στέρνοισιν ἀνεζώννυντο χιτῶνα·
- τοῖς μὲν ἐπὶ κροτάφοις διδυμάονες ἀμφὶ μετώπῳ
- ὀξυτενεῖς γλωχῖνες ἐμηκύνοντο κεραίης,
- ψεδνὴ δʼ ὀκριόεντι καρήατι φύετο χαίτη
- ἀκροφανὴς σκολιοῖσιν ἐπʼ ὄμμασιν, οὔατα δʼ ἄμφω
- νισσομένων πτερόεντες ἀνερρίπιζον ἀῆται