Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς δέκατον δὲ τέταρτον ἔχε φρένα κεῖθι κορύσσει δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν Ἄρεα Ῥείη.
  2. Ῥείη δʼ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ
  3. αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,
  4. σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις
  5. ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·
  6. θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ
  7. ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου
  8. εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς·
  9. καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν
  10. Νηιάδας καλέουσα καὶ Ἁδρυάδας στίχας ὕλης.
  11. δαιμονίη δʼ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς,
  12. πάντοθεν ἠγερέθοντο. καὶ ὑψόθεν εἰς χθόνα Λυδῶν
  13. ἀπλανὲς ἴχνος ἄγουσα μετάρσιος ἵκετο Ῥείη·
  14. καὶ νυχίην παλίνορσος ἐκούφισε μύστιδα πεύκην
  15. Μυγδόνι θερμαίνουσα τὸ δεύτερον ἠέρα πυρσῷ.
  16. ἀλλὰ μετὰ βροτέην προμάχων ἡρωίδα φύτλην
  17. καὶ στρατιὴν ζαθέην με διδάξατε, Φοιβάδες αὖραι.
  18. πρῶτα μὲν ἐκ Λήμνοιο πυριγλώχινος ἐρίπνης
  19. φήμη ἀελλήεσσα Σάμου παρὰ μύστιδι πεύκῃ
  20. υἱέας Ἡφαίστοιο δύω θώρηξε Καβείρους,