Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔνομα μητρὸς ἔχοντας ὁμόγνιον, οὓς πάρος ἄμφω
  2. οὐρανίῳ χαλκῆι τέκε Θρήισσα Καβειρώ·
  3. Ἄλκων Εὐρυμέδων τε, δαήμονες ἐσχαρεῶνος.
  4. καὶ βλοσυροὶ Κρήτηθεν ἀολλίζοντο μαχηταὶ
  5. δάκτυλοι Ἰδαῖοι, κραναῆς ναετῆρες ἐρίπνης,
  6. Γηγενέες Κορύβαντες ὁμήλυδες, ὧν ποτε Ῥείῃ
  7. ἐκ χθονὸς αὐτοτέλεστος ἀνεβλάστησε γενέθλη·
  8. οἳ βρέφος ἀρτιλόχευτον ἀεξιτόκῳ παρὰ πέτρῃ
  9. Ζῆνα φερεσσακέεσσιν ἐμιτρώσαντο χορείαις,
  10. κῶμον ἀνακρούοντες ὀρίκτυπον ἠπεροπῆα,
  11. ἠέρα βακχεύοντες· ἀρασσομένοιο δὲ χαλκοῦ
  12. ἀγχινεφὴς Κρονίοισιν ἐπέβρεμεν οὔασιν ἠχὼ
  13. κουροσύνην Κρονίωνος ὑποκλέπτουσα βοείαις·
  14. καὶ πρόμος ἡγεμόνευε χοροπλεκέων Κορυβάντων
  15. Πύρριχος Ἰδαῖός τε σακέσπαλος, οἷς ἅμα βαίνων
  16. Κνώσσιος αἰόλα φῦλα παρώνυμος ὥπλισε Κύρβας.
  17. καὶ φθονεροὶ Τελχῖνες ἐπήλυδες εἰς μόθον Ἰνδῶν
  18. ἐκ βυθίου κενεῶνος ἀολλίζοντο θαλάσσης·
  19. καὶ δολιχῇ παλάμῃ δονέων περιμήκετον αἰχμὴν
  20. ἦλθε Λύκος, κάμῃ Σκέλμις ἐφέσπετο Δαμναμενῆι