Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·
  2. οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν
  3. γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν
  4. ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων
  5. Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην
  6. Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,
  7. ὀλβίζων ὑπʼ ἔρωτι μεμηλότα γείτονι πέτρῃ
  8. νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Ζελήνης·
  9. ἀλλʼ ἔτι Βυβλίς ἔην φιλοπάρθενος, ἀλλʼ ἔτι θήρην
  10. Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·
  11. οὔ πω δʼ, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,
  12. δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,
  13. καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.
  14. τῷ δʼ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,
  15. οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ
  16. εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,
  17. Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.
  18. Τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ
  19. λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαί,
  20. Μυγδονίης δὲ πόληος ἐκυκλώθησαν ἀγυιαί.