Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,
  2. καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ
  3. νόστιμος ἀγκὰς ἔμαρψεν, ὃν εὐσεβέων χάριν ἔργων
  4. Ζεὺς μέγας ὀμβρήεντος ἀνεζώγρησεν ὀλέθρου,
  5. Βρόμβιον ὃν καλέουσιν· ἀπὸ Φρυγίοιο δὲ κόλπου
  6. Πρίασον αὐχήεντες ἐκυκλώσαντο μαχηταί.
  7. Ἀστερίου δʼ ἀπάνευθε ἑοῦ γενέταο μολόντος
  8. ἀρτιθαλὴς Μίλητος ὁμόστολος ἵκετο Βάκχῳ
  9. Καῦνον ἔχων συνάεθλον ἀδελφεόν, ὃς τότε Καρῶν
  10. λαὸν ἄγων ἔτι κοῦρος ἐδύσατο φύλοπιν Ἰνδῶν·
  11. οὔ πω γὰρ δυσέρωτα δολοπλόκον ἔπλεκε μολπὴν
  12. γνωτῆς οἶστρον ἔχων ἀδαήμονος, οὐδὲ καὶ αὐτὴν
  13. ἀντιτύπου φιλότητος ὁμοζήλων ἐπὶ λέκτρων
  14. Ζηνὶ συναπτομένην ἐμελίζετο σύγγονον Ἥρην
  15. Λάτμιον ἀμφὶ βόαυλον ἀκοιμήτοιο νομῆος,
  16. ὀλβίζων ὑπʼ ἔρωτι μεμηλότα γείτονι πέτρῃ
  17. νυμφίον Ἐνδυμίωνα ποθοβλήτοιο Ζελήνης·
  18. ἀλλʼ ἔτι Βυβλίς ἔην φιλοπάρθενος, ἀλλʼ ἔτι θήρην
  19. Καῦνος ὁμογνήτων ἐδιδάσκετο νῆις ἐρώτων·
  20. οὔ πω δʼ, ἁβροκόμοιο κασιγνήτοιο φυγόντος,