Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,
  2. Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
  3. ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
  4. ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,
  5. καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τʼ ἐνὶ βήσσαις
  6. διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
  7. ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
  8. καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
  9. Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,
  10. Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
  11. αἰεὶ δʼ ἀλλοδαποῖσι παρʼ ἀνδράσι δάκρυα λείβων
  12. μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
  13. Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·
  14. ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
  15. Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
  16. κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
  17. καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
  18. εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
  19. καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
  20. καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας