Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δάκρυσιν ὀμβρηθεῖσα δέμας μορφώσατο κούρη,
  2. καὶ ῥόον ὑδατόεντα γοήμονος ἔβλυε πηγῆς.
  3. τῷ δʼ ἅμα θαρσήεντες ἐπερρώοντο μαχηταί,
  4. οἳ Μυκάλην ἐνέμοντο, καὶ οἳ λάχον ἀγκύλον ὕδωρ
  5. εἰς χθόνα δυομένοιο παλιννόστου ποταμοῖο,
  6. Μαιάνδρου σκολιοῖο, διερπύζοντος ἐναύλων.
  7. Τόσσαι μὲν στίχες ἦλθον· ὁμοζήλῳ δὲ πορείῃ
  8. λαῶν ἀγρομένων Κυβεληίδες ἔκτυπον αὐλαί,
  9. Μυγδονίης δὲ πόληος ἐκυκλώθησαν ἀγυιαί.
  1. εἰς δέκατον δὲ τέταρτον ἔχε φρένα κεῖθι κορύσσει δαιμονίην στίχα πᾶσαν ἐς Ἰνδικὸν Ἄρεα Ῥείη.
  2. Ῥείη δʼ ὠκυπέδιλος, ὀρεσσαύλῳ παρὰ φάτνῃ
  3. αὐχένα λαχνήεντα περισφίγξασα λεόντων,
  4. σύνδρομον ᾐώρησεν ὑπηνέμιον σφυρὸν αὔραις
  5. ἠερίους κενεῶνας ἐρετμώσασα πεδίλῳ·
  6. θεσπεσίας δὲ φάλαγγας ἀολλίζουσα Λυαίῳ
  7. ὡς πτερὸν ἠὲ νόημα διέστιχεν ἕδρανα κόσμου
  8. εἰς Νότον, εἰς Βορέην, εἰς Ἕσπερον, εἰς κλίσιν Ἠοῦς·
  9. καὶ δρυσὶ καὶ ποταμοῖσι μίαν ξυνώσατο φωνὴν
  10. Νηιάδας καλέουσα καὶ Ἁδρυάδας στίχας ὕλης.
  11. δαιμονίη δʼ ἀίουσα γονὴ Κυβεληίδος ἠχοῦς,