Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δρύες ἐκρύφθησαν, ἀκανθοφόροις τʼ ἐνὶ βήσσαις
  2. διψαλέαι ποταμηδὸν ἐκυμαίνοντο κολῶναι,
  3. ἰκμαλέον τότε δῶμα λιπὼν κεκαλυμμένον ὄμβρῳ
  4. καὶ ῥόον ἠερόφοιτον, ἀκοντιστῆρα μελάθρων,
  5. Πρίασος Ἀονίης μετανέσσατο κόλπον ἀρούρης,
  6. Ζηνὸς ἀλυσκάζων θανατηφόρον ὄμβριον ὕδωρ·
  7. αἰεὶ δʼ ἀλλοδαποῖσι παρʼ ἀνδράσι δάκρυα λείβων
  8. μνώετο Σαγγαρίοιο καὶ ἠθάδα δίζετο πηγήν,
  9. Ἀονίου ποταμοῖο πιὼν ἀλλότριον ὕδωρ·