Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὀψὲ δὲ δύσνιφον οἶδμα καὶ ὑδατόεσσαν ἀνάγκην
  2. Ζεὺς ὕπατος πρήυνε, καὶ ἐκ Σιπύλοιο καρήνων
  3. κλυζομένης Φρυγίης παλινάγρετον ἤλασεν ὕδωρ·
  4. καὶ ῥόον ἐννοσίγαιος ὅλον μετέθηκε τριαίνῃ
  5. εἰς βυθίους κευθμῶνας ἀτεκμάρτοιο θαλάσσης,
  6. καὶ νιφετοῦ κελάδοντος ἐγυμνώθησαν ἐρίπναι·
  7. καὶ τότε Βοιωτοῖο παλίνδρομος οὖδας ἐάσας
  8. Πρίασος ὑστερόμητις ἑὴν ὑπεδύσατο πάτρην,
  9. καὶ γενέτην βαρύγουνον ἀπήμονι πήχεος ὁλκῷ