Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,
  2. καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
  3. χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
  4. τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
  5. γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.
  6. τῶν πρόμος ἡγεμόνευε, λιπὼν ὀφιώδεα Δίρκην,
  7. Πρίασος, Ἀονίης μετανάστιος ἀστὸς ἀρούρης·
  8. ὁππότε γὰρ Φρυγίης πέδον ἔκλυσεν ὑέτιος Ζεύς,
  9. ὀμβρηροῖς πελάγεσσι χέων ὑψίδρομον ὕδωρ,