Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Στάβιος καὶ Στάμνος ἐπὶ κλόνον ὥπλισαν Ἰνδῶν·
  2. καὶ στρατὸν ὀρχηστῆρα περισκαίροντα δοκεύων
  3. τοῖον ἔπος λέξειας, ὅτι πρόμος ἡγεμονεύει
  4. εἰς χορόν, οὐκ ἐπὶ δῆριν, ἐνόπλιον ἄνδρα κομίζων·
  5. τοῖσι γὰρ ἐρχομένοισιν ἀνακρούουσα χορείην
  6. Μυγδονὶς ἐγρεκύδοιμος ἐπὶ κλόνον ἔβρεμε φόρμιγξ,
  7. ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
  8. καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
  9. καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,
  10. καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
  11. χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.
  12. καὶ Φρύγες ἐστρατόωντο παρʼ ἐγρεμόθων στίχα Λυδῶν,
  13. οἵ τʼ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
  14. δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
  15. οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις
  16. Μαιάνδρου σκολιοῖσιν ἑὸν παραβάλλεται ὕδωρ,
  17. καὶ δάπεδον Δοίαντος ἐπώνυμον, οἵ τε Κελαινὰς
  18. χρυσορόφους ἐνέμοντο καὶ εἰκαστήρια Γοργοῦς·
  19. τοῖσι συνεστρατόωντο καὶ οἳ λάχον ἄστεα ναίειν
  20. γείτονα Σαγγαρίου, καὶ Ἐλέσπιδος ἕδρανα γαίης.