Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἀντὶ χοροῦ πέμπουσα μόθου λαοσσόον ἠχώ·
- καὶ πολέμων σάλπιγγες ἔσαν σύριγγες Ἐρώτων,
- καὶ δίδυμοι Βερέκυντες ὁμόζυγες ἔκλαγον αὐλοί,
- καὶ κτύπον ἀμφιπλῆγα βαρυσμαράγων ἀπὸ χειρῶν
- χαλκείοις πατάγοισιν ἐμυκήσαντο βοεῖαι.
- καὶ Φρύγες ἐστρατόωντο παρʼ ἐγρεμόθων στίχα Λυδῶν,
- οἵ τʼ ἔλαχον Βούδειαν, ἀειδομένην τε πολίχνην
- δενδροκόμον Τεμένειαν, ἐύσκιον ἄλσος ἀρούρης,
- οἳ Δρεσίην ἐνέμοντο καὶ Ὄβριμον, ὅς τε ῥεέθροις