Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Πύρριχος ἀενάοιο διέδραμεν ἕδρανα κόσμου·
  2. Εὐρώπης δὲ γένεθλα καὶ Ἀσίδος ἔθνεα γαίης
  3. πάντας ἄγων νόστησεν ἐς ἁβροβίων χθόνα Λυδῶν.
  4. ἀλλά πολυσπερέων προμάχων ἡρωίδα φύτλην
  5. καὶ λασίων Σατύρων, Κενταυρίδος αἷμα γενέθλης,
  6. Σειληνῶν τε φάλαγγα δασυκνήμοιο γεραιοῦ
  7. καὶ στίχα Βασσαρίδων Κορυβαντίδες εἴπατε Μοῦσαι·
  8. οὐ γὰρ ἐγὼ τόσα φῦλα δέκα γλώσσῃσιν ἀείσω
  9. οὐδὲ δέκα στομάτεσσι χέων χαλκόθροον ἠχώ,
  10. ὁππόσα Βάκχος ἄγειρε δορυσσόος, ἀλλὰ λιγαίνων
  11. ἡγεμόνας καὶ Ὅμηρον ἀοσσητῆρα καλέσσω
  12. εὐεπίης ὅλον ὅρμον, ἐπεὶ πλωτῆρες ἀλῆται
  13. πλαγκτοσύνης καλέουσιν ἀρηγόνα κυανοχαίτην.
  14. πρῶτα μέν, εὐθύρσοιο καλεσσαμένου Διονύσου,
  15. Ἀκταίων ταχὺς ἦλθεν ὁμόγνιον αἷμα γεραίρων,
  16. πατρίδος Ἀονίης ἑπτάστομον οὖδας ἐάσας·
  17. Βοιωτῶν δὲ φάλαγγες ἐπέρρεον οἳ χθόνα Θήβης
  18. ᾤκεον εὐπύργοιο καὶ ἔνδιον ἐννοσιγαίου
  19. Ὀγχηστόν, Πετεῶνα καὶ Ὠκαλέην καὶ Ἐρύθρας,
  20. Ἄρνην βοτρυόεσσαν, ἀγαλλομένην Διονύσῳ,