Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἵ τε Μίδειαν ἔναιον, ἀειδομένας τε πολίχνας
  2. Εἰλέσιον καὶ Σκῶλον ἁλικρήπιδά τε Θίσβην,
  3. ὅρμον ἐυτρήρωνα θαλασσαίης Ἀφροδίτης,
  4. καὶ δάπεδον Σχοίνοιο καὶ εὐχαίτην Ἐλεῶνα
  5. κώπας τʼ, ἀγλαὸν οὖδας, ὅπῃ περίπυστον ἀκούω
  6. ἐγχελύων θρέπτειραν ἐπώνυμον εἰσέτι λίμνην,
  7. καὶ λάσιον Μεδεῶνα, καὶ οἳ λάχον εὔβοτον Ὕλην,
  8. σκυτοτόμου Τυχίοιο τανυκνήμιδα τιθήνην,
  9. καὶ πέδον εὐρυάλω, χθονίῃ πεφυλαγμένον ὀμφῇ,
  10. ἅρματος ὀψιγόνοιο φερώνυμον Ἀμφιαράου,
  11. Θεσπιέων τε πόληα βαθυκνήμους τε Πλαταιὰς
  12. ὑδρηλήν θʼ Ἁλίαρτον, ὀρεσσιχύτου ποταμοῖο
  13. χεύμασι μεσσατίοισι μεριζομένην Ἑλικῶνος,
  14. οἵ τʼ εἶχον πυμάτην Ἀνθηδόνα, γείτονα πόντου,
  15. Βαιὴν ἰχθυβολῆος ἀειζώοιο πολίχνην
  16. ὑγροβίου Γλαύκοιο, καὶ οἳ δυσπέμφελοι Ἄσκρην,
  17. πατρίδα δαφνήεσσαν ἀσιγήτοιο νομῆος,
  18. γραίης θʼ ἱερὸν ἄστυ καὶ εὐρυχόρου Μυκαλησσοῦ,
  19. Εὐρυάλης μίμημα φερώνυμον ἀνθερεῶνος,
  20. καὶ χθόνα Νισαίην καὶ ἐπώνυμον ἄστυ Κορώνου·