Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εὐσεβίης ἀδίδακτον ἀιστῶσαι γένος Ἰνδῶν·
- ἀλλὰ τεαῖς παλάμῃσι μαχήμονα θύρσον ἀείρων
- αἰθέρος ἄξια ῥέξον, ἐπεὶ Διὸς ἄμβροτος αὐλὴ
- οὔ σε πόνων ἀπάνευθε δεδέξεται, οὐδέ σοι Ὧραι
- μή πω ἀεθλεύσαντι πύλας πετάσωσιν Ὀλύμπου·
- Ἑρμείας μόγις ἦλθεν ἐς οὐρανόν, ὁππότε ῥάβδῳ
- ὄμμασιν ἀστράπτοντα ποδῶν ἄπο μέχρι κομάων
- βουκόλον Ἄργον ἔπεφνε, καὶ Ἄρεα λύσατο δεσμῶν·
- Δελφύνην δʼ ἐδάμασσε καὶ αἰθέρα ναῖεν Ἀπόλλων·
- οὐδὲ τεὸς γενέτης, μακάρων πρόμος, ὑψιμέδων Ζεὺς
- νόσφι πόνων ἀνέβαινεν ἐς οὐρανόν, ὄρχαμος ἄστρων,
- εἰ μὴ πρῶτον ἔδησεν ἀπειλητῆρας Ὀλύμπου
- Ταρταρίῳ Τιτῆνας ὑποκρύψας κενεῶνι.
- καὶ σὺ μετʼ Ἀπόλλωνα, μεθʼ Ἑρμάωνα, μογήσας
- μισθὸν ἔχεις καμάτων πατρώιον αἰθέρα ναίειν.
- ὣς φαμένη πρὸς Ὄλυμπον ἔβη θεός· αἶψα δὲ Ῥείη
- παμμήτωρ προέηκεν ἀγέστρατον ἀγγελιώτην
- Πύρριχον, ὀρχηστῆρα φιλοσμαράγοιο βοείης,
- φύλοπιν ἀγγέλλοντα κορυσσομένοιο Λυαίου.
- καὶ στρατιὴν πολύμορφον ἀολλίζων Διονύσῳ