Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀγχιρόη Χρεμέταο παρὰ πλαταμῶνα τοκῆος
  2. Ψύλλου κουφονόοιο μινυνθαδίῃ τέκεν εὐνῇ
  3. νυμφίον ἀγκὰς ἔχουσα θεημάχον, οὗ ποτε καρποὺς
  4. ἄσθματι διψαλέῳ Νότος ἔφλεγε θερμὸς ἀήτης·
  5. αὐτὰρ ὁ θωρήσσων κορυθαιόλον Ἄρεα νηῶν
  6. ναύμαχον ἑσμὸν ἄγειρεν, ὅπως ποινήτορι θεσμῷ
  7. ἠερίοις ἀνέμοισιν ἀναστήσειεν Ἐνυώ,
  8. ἱέμενος κτεῖναι φλογερὸν Νότον· ἄγχι δὲ νήσου
  9. Αἰολίης στόλος ἦλθε σακέσπαλος, ἀλλὰ μανέντος
  10. ἀνδρὸς ἀκοντιστῆρες ἀελλήεντι κυδοιμῷ
  11. ὁλκάδα μαστίζοντες ἐθωρήχθησαν ἀῆται,
  12. συμφερτὴν δονέοντες ἀρηγόνα σύμπνοον αὔρην,
  13. καὶ στρατιὴν καὶ Ψύλλον ἐτυμβεύσαντο θαλάσσῃ.
  14. Θρηικίης δὲ Σάμοιο συνέρρεον ἀσπιδιῶται,
  15. κοίρανος οὓς προΐαλλε βαθυσμήριγγος ὑπήνης,
  16. Ἠμαθίων βαρύγουνος, ἔχων χιονώδεα χαίτην,
  17. Τιτήνων μελέεσσιν ἐοικότας, οἵ τʼ ἔχον ἄμφω,
  18. ἀγχίαλον Μύρμηκα καὶ ἀνθεμόεντα Σαώκην,
  19. καὶ χθόνα Τευμερίοιο καὶ εὐλείμωνος ἀρούρης
  20. ἄλσεα Φησιάδαο κατάσκια δενδράδι λόχμῃ,