Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ ζαθέην Ζήρυνθον ἀκοιμήτων Κορυβάντων
  2. κτίσμα φατιζομένης Περσηίδος, ὁππόθι κούρης
  3. μυστιπόλων δαΐδων θιασώδεές εἰσιν ἐρίπναι,
  4. οἵ τε πολυγλώχινος ὑπὸ κρηπῖδος ἀρούρης
  5. Βρόντιον ἀμφενέμοντο, καὶ ἃς ἐπὶ γείτονι πόντῳ
  6. Ἀτραπιτοὺς βυθίοιο Ποσειδάωνος ἀκούω.
  7. τόσσαι μὲν στίχες ἦλθον ὁμήλυδες, ἀρχεγόνου δὲ
  8. Ἠλέκτρης, ὁμόφυλον ἐπιστώσαντο γενέθλην·
  9. κεῖθι γὰρ Ἁρμονίην γένος αἰθέρος, αἷμα θαλάσσης,
  10. Ἄρης, Ζεύς, Κυθέρεια θεῶν χραισμήτορι Κάδμῳ
  11. κουριδίην ἀνάεδνον ἐδωρήσαντο γυναῖκα.
  12. τοῖσι κορυσσομένοισι σὺν εὐθύρσῳ Διονύσῳ
  13. Ἠλέκτρης ἀνέτελλε διʼ αἰθέρος ἕβδομος ἀστὴρ
  14. δεξιὸν ὑσμίνης σημήιον, ἀμφὶ δὲ νίκῃ
  15. πληιάδων κελάδησε βοῆς ἀντίθροος ἠχὼ
  16. γνωτῆς αἷμα φέροντι χαριζομένη Διονύσῳ,
  17. καὶ στρατιῇ πόρε θάρσος ὁμοίιον· ἐρχομένων δὲ
  18. Ὤγυρος ἡγεμόνευεν ἐς Ἄρεα δεύτερος Ἄρης,
  19. Ὥγυρος ὑψικάρηνος, ἔχων ἴνδαλμα Γιγάντων·
  20. τοῦ μὲν ἔην ἄγναμπτον ὅλον δέμας, ἐκ δὲ καρήνου