Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μητροπάτωρ σφαιρηδὸν ἑῷ βητάρμονι ταρσῷ
  2. οὐρανὸν ἀμφελέλιζε Λίβυς κυρτούμενος Ἄτλας,
  3. καὶ μέλος ἁρμονίης ἐμελίζετο γείτονι φωνῇ·
  4. καὶ ζυγίης φιλότητος ἑῆς μνημήια νύμφης
  5. δῶκε ποδῶν ἐπίβαθρα Λιβυστίδι Κάδμος ἀρούρῃ,
  6. δωμήσας πολίων ἑκατοντάδα, δῶκε δʼ ἑκάστῃ
  7. δύσβατα λαϊνέοις ὑψούμενα τείχεα πύργοις.
  8. κείνου μνῆστιν ἔχοντες ἐπεστρατόωντο μαχηταὶ
  9. μαρναμένου βρομίοιο προασπιστῆρες Ἐνυοῦς,
  10. τικτομένης ναίοντες ἐδέθλια γείτονα Μήνης
  11. καὶ Διὸς Ἀσβύσταο μεσημβρίζοντας ἐναύλους,
  12. μαντιπόλου κερόεντος, ὅπῃ ποτὲ πολλάκις Ἄμμων
  13. ἀρνειοῦ τριέλικτον ἔχων ἴνδαλμα κεραίης
  14. ὀμφαίοις στομάτεσσιν ἐθέσπισεν Ἑσπέριος Ζεύς·
  15. οἵ τε ῥόον Χρεμέταο καὶ οἳ παρὰ Κίνυφος ὕδωρ
  16. ᾤκεον ἀζαλέης ψαμαθώδεα πέζαν ἀρούρης,
  17. Αὐσχῖσαι Βάκαλές τε συνήλυδες, οὓς πλέον ἄλλων
  18. Ἄρεϊ τερπομένους Ζεφυρήιος ἔτρεφεν ἀγκών.
  19. τόσσος λαὸς ἔην ἑκατόμπολις· ἐρχομένης δὲ
  20. πληθύος ἡγεμόνευε Κραταιγόνος, ὅν ποτε κούρη