Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βιστονὶς ἐβλάστησεν ἐπιχθονίη χάρις ἄλλη,
  2. τῆς ἄπο καὶ Λιβύης Χαρίτων λόφος—, ἧς ἐπὶ μορφῇ
  3. ἅρπαγος ὑσμίνης δεδονημένος ἄφρονι κέντρῳ
  4. φρικτὸς ἐρωμανέων ἐκορύσσετο βάρβαρος Ἄρης,
  5. λαὸς ἐρημονόμος Μαυρούσιος· ἀλλὰ τινάσσων
  6. χερσὶ γυναιμανέεσσι Λιβυστίδος ἔγχος Ἀθήνης
  7. Ἁρμονίης πολέμιζε προασπίζων παρακοίτης,
  8. ἑσπερίων δʼ ἐφόβησεν ὅλον γένος Αἰθιοπήων
  9. σὺν Διὶ θωρηχθέντι, σὺν Ἄρεϊ καὶ Κυθερείῃ·
  10. κεῖθι καί, ὡς ἐνέπουσι, παρὰ Τριτωνίδι λίμνῃ
  11. Ἁρμονίῃ παρέλεκτο ῥοδώπιδι Κάδμος ἀλήτης,
  12. νύμφαι δʼ Ἑσπερίδες μέλος ἔπλεκον, ὧν ἀπὸ κήπου
  13. Κύπρις ὁμοῦ καὶ Ἔρωτες ἐκόσμεον εὔγαμον εὐνήν,
  14. χρυσείην θαλάμοισιν ἐπικρεμάσαντες ὀπώρην,
  15. νύμφης ἕδνον ἔρωτος ἐπάξιον, ἧς ἀπὸ φύλλων
  16. Ἁρμονίη καὶ Κάδμος ἐχεκτεάνῳ παρὰ παστῷ
  17. βόστρυχον ἀφνειοῖσιν ἐμιτρώσαντο κορύμβοις
  18. ἀντὶ ῥόδου γαμίοιο· καὶ ἁβροτέρη πέλε νύμφη
  19. χρύσεα δῶρα φέρουσα, γέρας χρυσῆς Ἀφροδίτης·
  20. καὶ μέλος ἀστραίης κιθάρης ἐπίκωμον ἐγείρας