Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ζηνὸς ἀλεξικάκοιο φέρων φυσίζοον αὔρην,
  2. οὐδὲ σιδηροχίτων δεδοκημένος ἀστέρος αἴγλην
  3. Σείριον αἰθαλόεντος ἀναστέλλων πυρετοῖο
  4. ἐννύχιον πρήυνε, τὸν εἰσέτι διψαλέον πῦρ
  5. θερμὸν ἀκοντίζοντα διʼ αἰθέρος αἴθοπι λαιμῷ
  6. ἄσθμασι λεπταλέοισι καταψύχουσι ἀῆται·
  7. ἀλλʼ ἔτι Παρρασίης πέδον ᾤκεεν. ἐρχομένῳ δὲ
  8. λαὸς ἐθωρήχθη βαλανηφάγος Ἀρκὰς ἀλήτης,
  9. οἵ τʼ εἶχον Λασιῶνα καὶ ἄλσεα καλὰ Λυκαίου
  10. καὶ κραναὴν Στύμφηλον, ἀειδομένην τε πολίχνην
  11. Ῥίπην καὶ Στρατίην καὶ Μαντινέην καὶ Ἐνίσπην
  12. Παρρασίην τʼ εὔδενδρον, ὅπῃ πέδον ἐστὶ θεαίνης
  13. ἀστιβὲς ἀρχεγόνοιο λεχώιον εἰσέτι Ῥείης,
  14. καὶ δάπεδον Φενεοῖο καὶ ὀρχηθμοῖο τοκῆα,
  15. Ὀρχομενὸν πολύμηλον, ἐδέθλιον Ἀπιδανήων,
  16. οἵ τʼ ἔχον Ἀρκαδίην πόλιν Ἀρκάδος, ὅν ποτε μήτηρ
  17. Καλλιστὼ Διὶ τίκτε, πατὴρ δέ μιν εἰς πόλον ἄστρων
  18. στηρίξας ἐκάλεσσε χαλαζήεντα Βοώτην·
  19. τόσσον Ἀρισταῖος στρατὸν ὥπλισεν Ἀρκάδι λόγχῃ
  20. ἀνδράσι μαρναμένοις νομάδας κύνας εἰς μόθον ἕλκων,