Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τόν ποτε Κυρήνη, κεμαδοσσόος Ἄρτεμις ἄλλη,
  2. Φοιβείῃ φιλότητι λεοντοφόνος τέκε νύμφη,
  3. ὁππότε μιν Λιβύῃ ψαμαθώδεϊ καλὸς Ἀπόλλων
  4. ἤγαγε νυμφοκόμῳ μετανάστιον ἅρπαγι δίφρῳ.
  5. καί μιν ἐπισπεύδοντα λιπὼν μαντώδεα δάφνην
  6. αὐτὸς ἑαῖς παλάμῃσι πατὴρ θώρηξεν Ἀπόλλων·
  7. παιδὶ δὲ τόξον ἔδωκε, καὶ ἥρμοσε χειρὶ βοείην
  8. δαιδαλέην, γλαφυρὴν δὲ καθιεμένην διὰ νώτου
  9. ὠμαδίῳ τελαμῶνι κατεκλήισσε φαρέτρην.
  10. τῷ δʼ ἐπὶ Σικελίηθεν ἑκηβόλος ἦλθεν Ἀχάτης,
  11. καί οἱ ἐφωμάρτησαν ὁμήλυδες ἀσπιδιῶται,
  12. Κιλλυρίων τʼ Ἐλύμων τε πολὺς στρατός, οἵ τε Παλίκων
  13. ἕδρανον ἀμφενέμοντο, καὶ οἵ Κατάνην πάρα λίμνην
  14. γείτονα Σειρήνων πόλιν ᾤκεον, ἃς Ἀχελῴῳ
  15. Τερψιχόρη ῥοδόεσσα βοοκραίρων ἀπὸ λέκτρων
  16. τίκτεν ἀελλήεντι συναπτομένη παρακοίτῃ·
  17. οἵ τʼ εἶχον Καμάριναν, ὅπῃ κελάδοντι ῥεέθρῳ
  18. Ἵππαρις ἀστήρικτος ἐρεύγεται ἀγκύλον ὕδωρ,
  19. Ὕβλης θʼ ἱερὸν ἄστυ, καὶ οἳ σχεδὸν ᾤκεον Αἴτνης,
  20. ἧχι πυρὸς κρητῆρες ἀναπτομένης ἀπὸ πέτρης