Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀθανάτοις ὀρέγων μελιηδέος ἤμβροτε νίκης,
  2. ὅττι θεοὶ παχὺ χεῦμα φιλοπτόρθοιο μελίσσης
  3. δεξάμενοι κόρον ὀξὺν ἀτερπέος εἶχον ἐέρσης·
  4. καὶ κόρος ἦν μακάρων τρίτατον δέπας, οὐ δὲ τετάρτου
  5. κιρναμένου γεύσαντο παλιννόστοιο κυπέλλου,
  6. καὶ μάλα διψώοντες· ἀρυομένοιο δὲ Βάκχου
  7. ὄμβρῳ ἐυρραθάμιγγι νόον τέρποντες ἐέρσης
  8. εἰς ὅλον ἦμαρ ἔπινον ἀλωφήτου χύσιν οἴνου·
  9. καὶ μεθύων γλυκὺν οἶνον ἐθάμβεεν ἄλλος ἐπʼ ἄλλῳ
  10. ἐξ ἑτέρου ποθέων ἕτερον δέπας ἡδέι θυμῷ,
  11. εὐφροσύνην ἀκόρητον ἔχων θελξίφρονος οἴνου·
  12. Ζεὺς δὲ μελιρραθάμιγγος ἐθάμβεεν ἔργα μελίσσης,
  13. δαιδαλέην δʼ ὠδῖνα φιλοσμήνου τοκετοῖο,
  14. δῶρον Ἀρισταίοιο, καὶ οἰνοχύτῳ Διονύσῳ
  15. ὤπασε λυσιπόνοιο φέρειν πρωτάγρια νίκης.
  16. ἔνθεν Ἀρισταῖος βραδὺς ἤιεν εἰς μόθον Ἰνδῶν,
  17. ὄψιμος εὐνήσας πρότερον χόλον ἅρπαγος ἥβης,
  18. ἔνδιον Ἑρμείαο λιπὼν Κυλλήνιον ἕδρην·
  19. οὐ πω γὰρ προτέρῃ Μεροπηίδι νάσσατο νήσῳ,
  20. οὔ πω δʼ ἀτμὸν ἔπαυσε πυρώδεα διψάδος ὥρης