Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀστερίῳ σελάγιζεν ὁμώνυμος Ἄρεος ἀστήρ,
  2. νίκης ἐσσομένης πρωτάγγελος· ἀλλʼ ἐνὶ χάρμῃ
  3. νικήσας νόθον οἶστρον ἀήθεος ἔσχεν ἀρούρης
  4. νηλής· οὐ γὰρ ἔμελλεν ἰδεῖν μετὰ φύλοπιν Ἰνδῶν
  5. πάτριον Ἰδαίης κορυθαιόλον ἄντρον ἐρίπνης,
  6. ἀλλά βίον προβέβουλε λιπόπτολιν, ἀντὶ δὲ Δίκτης
  7. Κνώσσιος ἐν Σκυθίῃ μετανάστιος ἔσκε πολίτης,
  8. καὶ πολιὸν Μίνωα καὶ Ἀνδρογένειαν ἐάσας
  9. ξεινοφόνων σοφὸς ἦλθεν ἐς ἔθνεα βάρβαρα Κόλχων,
  10. Ἀστερίους δʼ ἐκάλεσσε καὶ ὤπασεν οὔνομα Κόλχοις
  11. Κρητικόν, οἷς ξένα θεσμὰ φύσις πόρε, παιδοκόμου δὲ
  12. πάτριον Ἀμνισοῖο ῥόον Κρηταῖον ἐάσας
  13. αἰδομένοις στομάτεσσι νόθον πίε Φάσιδος ὕδωρ.
  14. μοῦνος Ἀρισταῖος βραδὺς ἤιε λοίσθιος ἄλλων,
  15. ὅσσοι γαῖαν ἔναιον ὁμούριον Ἑλλάδι γαίῃ,
  16. ὃς μέλιτος γλυκεροῖο πολυτρήτων ἀπὸ σίμβλων
  17. αὐχένα γαῦρον ἄειρε, καὶ οἰνοχύτῳ Διονύσῳ
  18. ἤρισεν ἀπρήκτῳ μελιηδέος ἐλπίδι νίκης·
  19. ἀμφοτέροις δʼ ἐδίκαζον, ὅσοι ναετῆρες Ὀλύμπου·
  20. ἀλλὰ πάις Φοίβοιο νεόρρυτα χεύματα σίμβλων