Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Ἀσωπὸν βαρύγουνον, ἔοικε δὲ τοῦτο βοῆσαι.
- καλὸν ἐμοὶ πόρες ἕδνον ἐμὸν γενετῆρα δαμάσσας.
- Κρήτης δʼ ἡγεμόνευε πολυγλώσσων ναετήρων
- Ἀστέριος φαιδρωπὸν ἔχων δέμας, ἀμφότερον δὲ
- ὅσσον ἔην ἐρόεις, τόσον ἄλκιμος, ὅν ποτε νύμφη
- λυσαμένη Μίνωι σαόφρονος ἅμμα κορείης
- Φαιστιὰς Ἀνδρογένεια Κυδωναίῃ τέκεν εὐνῇ·
- ὃς τότε λαὸν ἄγων ἑκατόμπολιν οἴνοπι Βάκχῳ
- ἵκετο κυδαίνων ἐμφύλιον αἷμα γενέθλης
- πατρὸς ἑοῦ· Σεμέλης γὰρ ἀνεψιὸς ἔπλετο Μίνως,
- Κάδμου ξυνὰ γένεθλα· πολυσπερέες δὲ μαχηταὶ
- πάντες ἑνὶ σπεύδοντι συνέρρεον ἡγεμονῆι,
- οἱ μὲν ἀπὸ Κνωσσοῖο μαχήμονες, οἱ δʼ ἀπὸ Λύκτου
- Μιλήτου στρατιῇσι συνήλυδες· οἷς ἅμα πολλοὶ
- ὑψιλόφου Γόρτυνος ἐθωρήσσοντο πολῖται
- καὶ ναέται Ῥυτίοιο καὶ εὐκάρποιο Λυκάστου---
- καὶ χθόνα Νωδαίοιο Διὸς καὶ ἐδέθλια Βοίβης
- καὶ δάπεδον Κισάμοιο, καὶ ἄστεα καλὰ Κυταίου.
- τοῖος ἀπὸ Κρήτης πρόμος ἤλυθεν· ἐρχομένῳ δὲ
- θερμοτέραις ἀκτῖσι χέων μαντήιον αἴγλην