Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χρύσεος εὐπλέκτοισι κόμαις ἐσφίγγετο τέττιξ.
  2. πατρίδα γαῖαν ἔλειπε καὶ Αἰακός, ὃν νόθος ὄρνις
  3. ἁρπαμένῃ σπέρμηνε μιγεὶς Ἀσωπίδι νύμφῃ,
  4. αἰετὸς Αἰγίνης πτερόεις πόσις ὑψιπέτης Ζεύς·
  5. ἐκ δὲ γάμου πεφάτιστο καὶ Αἰακός· ἔξοχα δʼ ἄλλων
  6. χραισμῆσαι μενέαινε κασιγνήτῳ Διονύσῳ·
  7. Μυρμιδόνων δὲ φάλαγγας ἐκόσμεεν ἴδμονι τέχνῃ,
  8. οἳ πρὶν ἔσαν μύρμηκες ἐφερπύζοντες ἀρούρῃ,
  9. ποσσὶ πολυσπερέεσσι μεμηλότες, εἰσόκεν αὐτῶν
  10. ἐκ χροὸς οὐτιδανοῖο χαμαιγενὲς εἶδος ἀμείψας
  11. φέρτερον εἰς δέμας ἄλλο μετέπλασεν ὑψιμέδων Ζεύς,
  12. καὶ στρατὸς ἐβλάστησεν ἐνόπλιος· ἐξαπίνης γὰρ
  13. ἀλλοφυής, ἄφθογγος, ἀπόσπορος ἑσμὸς ἀρούρης
  14. εἰς βροτὸν αὐδήεντα δέμας μορφώσατο μύρμηξ·
  15. τῶν πρόμος Αἰακὸς ἦρχεν, ἐν εὐτύκτῳ δὲ βοείῃ
  16. Ζῆνα νόθον σοφὸν ὄρνιν ἐπέγραφε, σῆμα γενέθλης,
  17. φειδομένοις ὀνύχεσσιν ἐλαφρίζοντα γυναῖκα,
  18. καὶ ποταμὸς πυρίκαυτος ἔην σχεδόν, ἄγχι δὲ κούρη
  19. οἰκτρὰ κατηφιόωσα, καὶ εἰ πέλεν ἄπνοος εἰκών,
  20. δόχμιον ὄμμα τίταινεν, ἅτε στενάχουσα τοκῆα