Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἐν τρισκαιδεκάτῳ στρατιὴν νήριθμον ἐνίψω καὶ προμάχους ἥρωας ἀγειρομένους Διονύσῳ.
  2. Ζεὺς δὲ πατὴρ προέηκεν ἐς αὔλια θέσκελα Ῥείης
  3. Ἶριν ἀπαγγέλλουσαν ἐγερσιμόθῳ Διονύσῳ,
  4. ὄφρα δίκης ἀδίδακτον ὑπερφιάλων γένος Ἰνδῶν
  5. Ἀσίδος ἐξελάσειεν ἑῷ ποινήτορι θύρσῳ,
  6. ναύμαχον ἀμήσας ποταμήιον υἷα κεράστην,
  7. Δηριάδην βασιλῆα, καὶ ἔθνεα πάντα διδάξῃ
  8. ὄργια νυκτιχόρευτα καὶ οἴνοπα καρπὸν ὀπώρης.
  9. ἡ μὲν ἐρεσσομένων πτερύγων ἀνεμώδεϊ ῥιπῇ
  10. δυσαμένη κελάδοντα λεοντοκόμου μυχὸν ἄντρου
  11. ἄψοφον ἴχνος ἔπηξεν, ἀφωνήτῳ δὲ σιωπῇ
  12. σφιγξαμένη στόμα δοῦλον ὀρειάδος ἐγγὺς ἀνάσσης
  13. ἵστατο κυρτωθεῖσα, καθελκομένου δὲ καρήνου
  14. χείλεσιν ἱκεσίοισι πόδας προσπτύξατο Ῥείης.
  15. καὶ τὴν μὲν Κορύβαντες ἀμειδέι νεύματι Ῥείης
  16. θεσπεσίης ἀρέσαντο παρὰ κρητῆρι τραπέζης·
  17. θαμβαλέη δὲ πιοῦσα νεηγενέος χύσιν οἴνου
  18. τέρπετο βακχευθεῖσα· καρηβαρέουσα δὲ δαίμων
  19. παιδὶ Διὸς παρεόντι Διὸς μυκήσατο βουλήν·
  20. Ἀλκήεις Διόνυσε, τεὸς γενέτης σε κελεύει