Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εὗρον ἐνὶ σκοπέλοις, κερόεν βρέφος, ἔνθά μιν Ἰνὼ
  2. Μύστιδι παιδοκόμῳ παρακάτθετο μητρὶ Κορύμβου·
  3. οἳ τότε πάντες ἵκανον ἀειδομένης ἀπὸ νήσου,
  4. Πρυμνεὺς εἱλιπόδης τε Μίμας καὶ ὀρίδρομος Ἄκμων
  5. Δαμνεύς τʼ Ὠκύθοός τε σακεσπάλος, οἷς ἅμα βαίνων
  6. σύνδρομος Ἰδαίῳ κορυθαιόλος ἦλθε Μελισσεύς,
  7. οὕς ποτε δυσσεβίης κεκορυθμένος ἄφρονι κέντρῳ
  8. Σῶκος ἁλιζώνοιο πατὴρ νοσφίσσατο πάτρης
  9. Κόμβης ἑπτατόκου μετὰ μητέρος· οἱ δὲ φυγόντες
  10. Κνώσσιον οὖδας ἵκοντο, καὶ ἔμπαλιν ἦσαν ἀλῆται
  11. εἰς Φρυγίην Κρήτηθεν, ἀπὸ Φρυγίης ἐς Ἀθήνας,
  12. ἀλλοδαποὶ ναετῆρες ὁμέστιοι, εἰσόκε Κέκροψ
  13. Σῶκον ἀπηλοίησε Δίκης ποινήτορι χαλκῷ,
  14. καὶ χθόνα καλλείψαντες ἁλικλύστου Μαραθῶνος
  15. νόστιμον ἴχνος ἔκαμψαν ἐς ἱερὸν οὖδας Ἀβάντων,
  16. Κουρήτων προτέρων χθόνιον γένος, οἷς μέλος αὐλῶν,
  17. οἷς βίος εὐκελάδων ξιφέων κτύπος, οἷς τινι ῥυθμῷ
  18. κύκλα ποδῶν μεμέλητο καὶ ἀσπιδόεσσα χορείη.
  19. τοῖσι συνεστρατόωντο μαχήμονες υἷες Ἀβάντων,
  20. οἳ λάχον ὀφρυόεσσαν Ἐρέτριαν, οἳ λάχον ἄμφω,