Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ Στύρα καὶ Κήρινθον, ἀειδομένης τε Καρύστου
  2. ἕδρανα καὶ Δίου κραναὸν πέδον, οἵ τʼ ἔχον ἀκτήν,
  3. ἀκτὴν κυματόεσσαν ἀσιγήτοιο Γεραιστοῦ,
  4. καὶ Στύγα καὶ Κοτυλαῖον ἕδος καὶ Σιρίδος ἕδρην
  5. Μαρμαρίου τε τένοντα καὶ Ὠγυγίης πέδον Αἰγῆς·
  6. τοῖς ἅμα λαὸς ἵκανεν ὁμόστολος, οἷς πέλε πάτρη
  7. Χαλκίς, ὀπισθοκόμων μητρόπτολις Ἐλλοπιήων.
  8. ἑπτὰ μὲν ἡγεμόνες στρατὸν ὥπλισαν, ἀλλʼ ἕνα πάντες
  9. θυμὸν ἔχον κατʼ Ἄρηα· καὶ ἀστέρας αἴθοπι βωμῷ
  10. Ζῳδιακῆς ναετῆρας ἐμειλίξαντο κελεύθου,
  11. δῆριν ἰσηρίθμοισιν ἐπιτρέψαντες ἀλήταις.
  12. Κεκροπίδας δʼ ἐκόρυσσε μόθων ἀκόρητος Ἐρεχθεύς—
  13. χρύσεον ἀγλαόπαιδος Ἐρεχθέος αἷμα κομίζων,
  14. τόν ποτε πυρσοφόροιο κατὰ πτύχα παρθενεῶνος
  15. παρθένος αὐτολόχευτος ἀνέτρεφεν ἄρσενι μαζῷ
  16. παιδοκόμος γλαυκῶπις ἀνήροτος, αἰδομένη δὲ
  17. παρθενίῳ πήχυνεν ἀήθεϊ κοῦρον ἀγοστῷ
  18. Ἡφαιστηιάδην, ὅτε δύσγαμος ἀμφιγυήεις
  19. ἀλλοίῃ φιλότητι γονὴν ἔσπειρεν ἀρούρῃ,
  20. θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων·