Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Βοιωτῶν τόσος ἦλθεν ἀμετρήτων στόλος ἀνδρὼν
  2. Ἰνδῴην ἐπὶ δῆριν ὁμαρτήσας Ὑμεναίῳ.
  3. τοῖσι συνεστρατόωντο σοφῇ παρὰ Δελφίδι πέτρῃ
  4. ἀγχίποροι Φωκῆες ὁμήλυδες, οἳ Κυπαρίσσου
  5. εἶχον ἕδος καὶ γαῖαν Ὑάμπολιν, ἥν περ ἀκούω
  6. Ἀονίης ὑὸς οὖδας ἐπώνυμον, ἥ περὶ μορφῆς
  7. αὐχένα γαῦρον ἄειρε καὶ ἤρισε Τριτογενείῃ·
  8. οἵ τʼ ἔλαχον Πυθῶνα καὶ ἀμφίκρημνον ἀλωήν,
  9. Κρῖσαν ἀειδομένην καὶ Δαυλίδα καὶ Πανοπῆα,
  10. γείτονα Βάκχον ἔχοντες, ἐπεὶ δαφναῖος Ἀπόλλων
  11. κλῆρον ἑὸν ξύνωσε κασιγνήτῳ Διονύσῳ,
  12. Παρνησσὸν δικάρηνον· ἀγειρομένοισι δὲ λαοῖς
  13. Πυθιὰς ὀμφήεσσα θεηγόρος ἔκλαγε πέτρη
  14. καὶ τρίπος αὐτοβόητος, ἀσιγήτοιο δὲ πηγῆς
  15. Κασταλίης λάλον οἶδμα σοφῷ πάφλαζε ῥεέθρῳ.
  16. Εὐβοέων δὲ φάλαγγας ἐκόσμεον ἀσπιδιῶται
  17. παιδοκόμοι Κορύβαντες ἀεξομένου Διονύσου,
  18. οἳ Φρύγα κόλπον ἔχοντες ὀρεσσιπόλῳ παρὰ Ῥείῃ
  19. νήπιον εἰσέτι Βάκχον ἐκυκλώσαντο βοείαις,
  20. τόν ποτε πορφυρέῳ κεκαλυμμένον οἴνοπι πέπλῳ