Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εὖτε θεῶν τριγόνοισιν ἀεξηθεῖσα γενέθλαις
  2. εἰς τόκον αὐτοτέλεστον ἐμορφώθη χύσις οὔρων,
  3. αὔλακα νυμφεύσασα τελεσσιγόνοιο βοείης,
  4. καὶ χθονὸς ἄσπορον υἷα λαγὼν μαιώσατο Γαίης,
  5. οἵ τʼ ἔχον ἀγρομένων ξεινηδόκον οὖδας Ἀχαιῶν,
  6. Αὐλίδα πετρήεσσαν, ἐδέθλιον ἰοχεαίρης,
  7. ἧχι θεὰ βαρύμηνις ὀρεσσαύλῳ παρὰ βωμῷ
  8. δέκτο θυηπολίην ψευδήμονος Ἰφιγενείης,
  9. καὶ κεμὰς οὐρεσίφοιτος ἀμεμφέι καίετο πυρσῷ
  10. ἁρπαμένης νόθον εἶδος ἀληθέος Ἰφιγενείης,
  11. ἣν Ὀδυσεὺς ἐκόμισσε δολοπλόκος ὡς Ἀχιλῆος
  12. ἐσσομένην πρὸ μόθοιο παρευνέτιν, ἔνθεν ἀκούει
  13. Αὐλὶς ἀνυμφεύτοιο γαμοστόλος Ἰφιγενείης,
  14. ὁλκάσι δʼ Ἀργείων ἐπεσύρισε πομπὸς ἀήτης
  15. ἄψοφα μαστίζων ἐχενηίδος ἄκρα γαλήνης,
  16. νεβροφόνῳ βασιλῆι φέρων παλινάγρετον αὔρην,
  17. κούρη δʼ ὀψὲ μολοῦσα μετάρσιος εἰς χθόνα Ταύρων
  18. φρικτὰ κακοξείνων ἐδιδάσκετο θεσμὰ λεβήτων,
  19. ἀνέρα δαιτρεύουσα, καὶ ἀνδροφόνῳ παρὰ βωμῷ
  20. γνωτὸν ἁλιπτοίητον ἀνεζώγρησεν Ὀρέστην.