Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠλιβάτοις πελάγεσσιν ἄγων ὑψούμενον ὕδωρ,
  2. πῶς Νότος ἐκ Βορέαο, καὶ ἐκ Λιβὸς Εὖρος ἱμάσσων
  3. λάρνακα Δευκαλίωνος ἀλήμονα, γείτονα Μήνης,
  4. εἰς πλόον ἠερόφοιτον ἐκούφισεν ἄμμορον ὅρμου.
  5. καὶ τριτάτην ὅτε κύρβιν ἐπέδραμεν εὔποδι ταρσῷ
  6. μυστιπόλος Λυκάβαντος, ἕλιξ στηρίζετο κούρη,
  7. μόρσιμα παπταίνουσα πολύτροπα θέσφατα κόσμου,
  8. γράμματα φοινίσσοντα, σοφῇ κεχαραγμένα μίλτῳ,
  9. ὁππόσα ποικιλόμυθος ἐπέγραφεν ἀρχέγονος φρήν,
  10. τοῖα προθεσπίζοντα, καὶ ἐν πινάκεσσιν ἀνέγνω·
  11. Ἥρης βουκόλος Ἄργος ἐς ὄρνεον εἶδος ἀμείψει
  12. φαιδρὸν ἔχων βλοσυρῶν βλεφάρων τύπον [*](ἔχων βλεφάρων τύπον MSS., τύπον ἰόλον Scaliger. βλοσυρῶν βλεφάρων Rose.) ἀλλὰ καὶ αὐτὴ
  13. Ἁρπαλύκη μετὰ λέκτρον ἀλιτροβίων ὑμεναίων
  14. υἱέα δαιτρεύσασα θυγατρογάμῳ γενετῆρι
  15. ἠερίην πτερόεσσαν ἐρετμώσειε πορείην
  16. ὄρνις ἀελλήεσσα· καὶ ἱστοπόνος φιλομήλη
  17. ἔσσεται αἰολόδειρος ὑποτρύζουσα χελιδών,
  18. μαρτυρίην βοόωσα λιπογλώσσοιο σιωπῆς,
  19. δαίδαλα φωνήεντα σοφῷ γράψασα χιτῶνι·
  20. καὶ Νιόβη Σιπύλοιο παρὰ σφυρὰ πέτρος ἐχέφρων