Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γραπτῇ χειρὶ κύπελλον ἀερτάζει Γανυμήδης.
  2. τοῖα θεοῦ φαμένοιο, φιλάμπελος ἔτρεχε κούρη
  3. ὄμματα δινεύουσα, καὶ ὀμφαίῳ παρὰ τοίχῳ
  4. πρώτην κύρβιν ὄπωπεν ἀτέρμονος ἥλικα κόσμου
  5. εἰν ἑνὶ πάντα φέρουσαν, ὅσα σκηπτοῦχος Ὀφίων
  6. ἤνυσεν, ὅσσα τέλεσσε γέρων Κρόνος, ὁππότε τέμνων
  7. ἄρσενα πατρὸς ἄροτρα λεχώιον ἤροσεν ὕδωρ,
  8. σπείρων ἄσπορα νῶτα θυγατρογόνοιο θαλάσσης,
  9. ὅς ποτε λάινον υἷα κεχηνότι δέξατο λαιμῷ
  10. Ζηνὸς ψευδομένοιο νόθον δέμας εἰλαπινάζων·
  11. καὶ λίθος ἐνδομύχων τεκέων μαιώσατο φύτλην
  12. φόρτον ἀκοντίζων ἐγκύμονος ἀνθερεῶνος.
  13. ἀλλʼ ὅτε μαρναμένοιο Διὸς πυριλαμπέα νίκην
  14. καὶ Κρονίου νιφετοῖο χαλαζήεσσαν Ἐνυὼ
  15. ἀμφίπολος Φαέθοντος ἀελλόπος ἔδρακεν Ὥρη,
  16. γείτονα δέρκετο κύρβιν ἀμοιβαδίς· εἶχε δὲ κείνη,
  17. πῶς βροτέην ὤδινε γονὴν πίτυς, ἢ πόθεν ἄφνω
  18. δενδρείην γονόεσσαν ἀναπτύξασα λοχείην
  19. ἄσπορον αὐτοτέλεστον ἀνήρυγεν υἱέα πεύκη,
  20. καὶ πόθεν ἄστεα πάντα κατέκλυσεν ὑέτιος Ζεὺς