Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δάκρυσι λαϊνέοισιν ὀδυρομένη στίχα παίδων
  2. στήσεται οἰκτρὸν ἄγαλμα. καὶ ἔσσεται αὐτόθι γείτων
  3. Πύρρος ἐρωμανέων Φρύγιος λίθος, εἰσέτι Ῥείης
  4. οἶστρον ἔχων ἀθέμιστον ἀνυμφεύτων ὑμεναίων,
  5. Θίσβη δʼ ὑγρὸν ὕδωρ καὶ Πύραμος, ἥλικες ἄμφω,
  6. ἀλλήλους ποθέοντες· ἐυστεφάνοιο δὲ κούρης
  7. μίλακος ἱμείρων Κρόκος ἔσσεται ἄνθος Ἐρώτων·
  8. καὶ γαμίην μετὰ νύσσαν ἀελλοπόδων Ὑμεναίων
  9. καὶ Παφίης μετὰ μῆλα λεοντείην ἐπὶ μορφὴν
  10. Ἄρτεμις οἰστρήσειεν ἀμειβομένην Ἀταλάντην.
  11. καὶ τὰ μὲν εἰν ἑνὶ πάντα παρέστιχεν ἄστατος Ὥρη,
  12. εἰσόκε χῶρον ἵκανεν, ὅπῃ πυρόεις Ὑπερίων
  13. σύμβολα μαντοσύνης ἀνεμώδεϊ πέφραδε κούρῃ,
  14. ἧχι Λέων ἐτέτυκτο σελασφόρος, ἧχι καὶ αὐτὴ
  15. παρθένος ἀστερόεσσα νόθῃ ποικίλλετο μορφῇ
  16. οἴνοπα βότρυν ἔχουσα, θερειγενὲς ἄνθος ὀπώρης·
  17. κεῖθι Χρόνου θυγάτηρ πόδας εὔνασε, ταῦτα δʼ ἀνέγνω·
  18. Κισσὸς ἀερσιπότης, ἐρόεις νέος, εἰς φυτὸν ἕρπων
  19. ἔσται κισσὸς ἕλιξ καὶ ἐν ἔρνεσιν· ἠιθέου δὲ
  20. ὄρθιος ἐκ Καλάμοιο δόναξ κυρτούμενος αὔραις