Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αὐχένα δοῦλον ἔκαμψαν ὅλου νωμήτορι κόσμου.
  2. καὶ οἱ ἀνηΰτησεν ἔπος σταφυληκόμος Ὥρη
  3. μάρτυρον ἱκεσίης σχομένη φθινοπωρίδος ἅρπην·
  4. Ἠέλιε ζείδωρε, φυτηκόμε, κοίρανε καρπῶν,
  5. οἰνοτόκον πότε βότρυν ἀεξήσουσιν ἀλωαί;
  6. καὶ μακάρων τίνι τοῦτο γέρας μνηστεύεται Αἰών;
  7. ναί, λίτομαι, μὴ κρύπτε, κασιγνήτων ὅτι μούνη
  8. πασάων ἀγέραστος ἐγὼ πέλον· οὐ γὰρ ὀπώρην,
  9. οὐ στάχυν, οὐ λειμῶνα, καὶ οὐ Διὸς ὄμβρον ἀέξω.
  10. ἔννεπεν· ἐσσομένης δὲ τιθηνήτειραν ὀπώρης
  11. ἠέλιος θάρσυνε, καὶ ἀντιπόρῳ παρὰ τοίχῳ
  12. δάκτυλον ὀρθώσας ἐπεδείκνυε κυκλάδι κούρῃ
  13. κύρβιας Ἁρμονίης ἑτερόζυγας, αἷς ἔνι κεῖται
  14. εἰν ἑνὶ θέσφατα πάντα, τά περ πεπρωμένα κόσμῳ
  15. πρωτογόνοιο Φάνητος ἐπέγραφε μαντιπόλος χείρ,
  16. καὶ γραφίδων ποίκιλλεν ἐφάρμενον οἶκον ἑκάστῃ.
  17. καί τινα μῦθον ἔειπε πυρὸς ταμίης Ὑπερίων·
  18. Κύρβιδι μὲν τριτάτῃ, πόθεν ἔσσεται οἰνὰς ὀπώρη,
  19. γνώσεαι, ἧχι Λέων καὶ Παρθένος· ἐν δὲ τετάρτῃ,
  20. τίς σταφυλῆς σκηπτοῦχος, ὅπῃ γλυκὺ νέκταρ ἀφύσσων