Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λαρὸν ἐυρραθάμιγγος ἀμέλγετο νέκταρ ὀπώρης,
  2. καὶ βλοσυραῖς γενύεσσι ποτὸν Βακχεῖον ἀμέλξας,
  3. βότρυος οἰνωθέντος ἐπιστάζων πόμα λαιμῷ,
  4. πορφυρέῃ ῥαθάμιγγι δράκων φοίνιξεν ὑπήνην.
  5. καὶ θεὸς οὐρεσίφοιτος ὄφιν θάμβησε δοκεύων
  6. οἰνωπῇ ῥαθάμιγγι πεφυρμένον ἀνθερεῶνα·
  7. καὶ στικταῖς φολίδεσσι μετάτροπον ὁλκὸν ἑλίξας
  8. πετραίην βαθύκολπον ἐδύσατο γείτονα χειήν,
  9. εὔιον ἀθρήσας, ὄφις αἰόλος. εἰσορόων δὲ
  10. Βάκχος ἐρευθαλέης ἐγκύμονα βότρυν ἐέρσης
  11. ὀμφαίης ἐνόησε παλαίτερα θέσφατα Ῥείης.
  12. καὶ σκοπέλους ἐλάχηνε, πεδοσκαφέος δὲ σιδήρου
  13. θηγαλέῃ γλωχῖνι μυχὸν κοιλήνατο πέτρης·
  14. λειήνας δὲ μέτωπα βαθυνομένων κενεώνων
  15. τάφρον ἐυσταφύλοιο τύπον ποιήσατο ληνοῦ,
  16. βότρυας ἀμώων νεοθηλέας ὀξέι θύρσῳ,
  17. τεύχων ὀψιγόνοιο τύπον γαμψώνυχος ἅρπης.
  18. καὶ Σατύρων χορὸς ἦεν ὁμόστολος· ὧν ὁ μὲν αὐτῶν
  19. λοξὸς ἔην τρυγόων, ὁ δὲ βότρυας ἄγγεϊ κοίλῳ
  20. δέχνυτο τεμνομένους, ὁ δὲ σύμπλοκα φύλλα δαΐζων